Ancient Greek
5.292.2
Joannes Stobaeus Anthologus, Anthologium 5.292.2
Unproofread scanNot analysed yet
τοῦτων κοινὸν ἀγαθὸν εὐαρμοστία τις καὶ τῶν πολλῶν ὁμοφωνία μετὰ πειθοῦς συναδοῦσα. ὁ κατ' ἀρετὰν ἐξάρχων καλεῖται τε βασιλεὺς καὶ ἔντι, ταύταν ἔχων φιλίαν τε καὶ κοινωνίαν ποτὶ τῶς ὑπ' αὐτανον, ἄνπερ ὁ θεὸς ἔχει ποτὶ τε τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ. ὅλαν δὲ τὰν εὐνοιαν χρή παρασκευάζεσθαι πρῶτον μὲν παρὰ τῷ βασιλέως ἐς τῶς βασιλευομένως, δεύτερον δὲ παρὰ τῶνδε ἐς τὸν βασιλέα, ὁποία γεννᾶτορος ποτὶ νιέα καὶ ποτὶ ποίμναν νομέως καὶ νόμῳ ποτὶ χρωμένως αὐτῷ.