Ancient Greek
5.308.3
Joannes Stobaeus Anthologus, Anthologium 5.308.3
Unproofread scanNot analysed yet
Φρόνιμος δὲ περὶ τοῦ συνοίσειν μέλλοντος πῶς ἂν τις τῷ ὄντι γένοιτο; Δῆλον ὅτι, ἔφη, ὦ παῖ, ὅσα μὲν ἐστι μαθόντα εἰδέναι, μαθὼν ἂν, ὥσπερ τὰ τακτικὰ ἔμαθες· ὅσα δὲ ἀνθρώποις οὔτε μαθητὰ οὔτε προορατὰ ἀνθρωπίνη προνοία, διὰ μαντικῆς ἂν παρὰ θεῶν πυνθανόμενος φρονιμώτερος ἄλλων ἂν εἴης· ὅ τι δὲ γνοίης βέλτιον ἂν πραχθήναι, ἐπιμελούμενος ἂν τούτου ὡς πραχθείη. καὶ γὰρ τὸ ἐπιμελεῖσθαι τούτου, οὗ ἂν δέη, φρονιμωτέρου ἀνδρὸς ἢ τὸ ἀμελεῖν. Ἀλλὰ μέντοι ἐπὶ γε τὸ φιλεῖσθαι ὑπὸ τῶν ἀρχομένων, ὅπερ ἐμοὶ ἐν τοῖς μεγίστοις δοκεῖ εἶναι, δῆλον ὅτι ἡ αὕτη ὁδὸς ἤπερ εἴ τις ὑπὸ τῶν φίλων στέργεσθαι ἐπιθυμοῖ· εὖ γάρ, οἶμαι, δεῖ ποιούντα φανερὸν εἶναι. Ἀλλὰ τοῦτο μὲν, ἔφη, ὦ παῖ, χαλεπὸν τὸ ἀεὶ δύνασθαι εὖ ποιεῖν οὓς ἂν τις θέλη· τὸ δὲ συνηδόμενον τε φαίνεσθαι, ἣν τι ἀγαθὸν αὐτοῖς συμβαίνη, καὶ συναχθόμενον, ἣν τι κακόν, καὶ συνεπικου-