Ancient Greek
5.324.3
Joannes Stobaeus Anthologus, Anthologium 5.324.3
Unproofread scanNot analysed yet
(Ibid. 13. 14—17) Ἄλλ' ἄρα ἔρχεται αὐτοῖς τὰ τοιαῦτα καὶ οἴκοι μένουσιν, ὀλίγα γε τῶν πολλῶν καὶ ταῦτα τίμια πωλεῖται τοῖς τυράννοις. Καὶ ὁ Σιμωνίδης εἶπεν· Ἄλλὰ εἰ ἐν τοῖς θεάμασι μειονεκτεῖτε, ἐν ταῖς ἀκοαῖς πλεονεκτεῖτε. ἐπειδὴ τοῦ μὲν ἡδίστου ἀκροάματος, ἐπαίνου, οὔποτε σπανίζετε· πάντες γὰρ οἱ παρόντες πάντα καὶ ὅσα ἂν λέγητε καὶ ὅσα ἂν ποιῆτε ἐπαινοῦσι. τοῦ δ' αὐ χαλεπωτάτου ἀκροάματος, λοιδορίας, ἀνήκοοί ἐστε· οὐδεὶς γὰρ ἐθέλει τυράννου κατ' ὀφθαλμοὺς κατηγορεῖν.