Ancient Greek
5.331.1
Joannes Stobaeus Anthologus, Anthologium 5.331.1
Unproofread scanNot analysed yet
μέτεστιν· ὅποτε γε οὐδὲ σίτοις οὐδὲ ποτοῖς πιστεύων διάγει, ἀλλὰ καὶ τούτων τοὺς διακόνους κελεύουσιν ἀπο-γεύεσθαι. τοῦ δὲ μηδένα τῶν πολιτῶν βιαίῳ θανάτῳ ἀποθνήσκειν οὕτω πόρρω προεληλύθασιν φυλακῆς, ὥστε πεποίηται πολλοὶ νόμον τῷ μαιφόνῳ μηδὲ τὸν συνόντα καθαρεῖν· ὅθεν διὰ τὰς πατρίδας ἀσφαλῶς ἕκαστος βιοτενεῖ τῶν πολιτῶν. τοῖς δὲ τυράννοις καὶ τοῦτο ἐμ-παλιν ἀνέστραπται. ἀντὶ γὰρ τοῦ τιμωρεῖν αἱ πόλεις αὐτοῖς μεγάλως τιμῶσι τὸν κατακτείναντα τὸν τύραννον, καὶ ἀντὶ γε τοῦ εἴργειν ἐκ τῶν ἱερῶν, ἀντὶ τούτου καὶ εἰκόνας ἐν τοῖς ἱεροῖς ἵστασιν αἱ πόλεις. οὐδὲ γε θάσ-σον τι γίνεται τῷ τυράννῳ ἢ τῷ ἰδιώτῃ ὃν ἐπιθυμεῖ. ὁ μὲν γὰρ ἰδιώτης ἢ ἀγροῦ ἢ οἴκετου ἐπιθυμεῖ, ὁ δὲ