Ancient Greek
5.340.3 to 5.342.14
Joannes Stobaeus Anthologus, Anthologium 5.340.3-5.342.14
Unproofread scanNot analysed yet
14 (15 Mein.) . Ξενοφῶντος ἐν γ' τῆς Κύρου ἀναβάσεως (c. 1, 42). Ἐπίστασθε γὰρ δή, ὅτι οὔτε πλήθος ἐστὶν οὔτε ἰσχὺς ἢ ἐν τῷ πολέμῳ τὰς νίκας ποιούσα, ἀλλ' ὁπότεροι ἂν σὺν τοῖς θεοῖς ταῖς ψυχαῖς ἑρρωμενέστεροι ἦσιν ἐπὶ τοὺς πολεμίους, τούτους ὡς ἐπὶ πολὺ οἱ ἐναντίοι οὐ δέχονται. 15 (16 Mein.) . Πλάτωνος ἐκ τοῦ Μενέξενου Ἐπιταφίου (p. 234 C). Καὶ μήν, ὦ Μένεξενε, πολλάκις κινδυνεύει καλὸν εἶναι τὸ ἐν πολέμῳ ἀποθνῄσκειν. καὶ γὰρ ταφῆς καλῆς τε καὶ μεγαλοπρεποῦς τυγχάνει, καὶ ἐὰν πένης τις ὢν τελευτήσῃ, καὶ ἐπαίνον αὐ̓ ἐτυχεν, καὶ ἐὰν φαῦλος ᾖ, ὑπ' ἀνдрῶν σοφῶν τε καὶ οὐχ εἰκῇ ἐπαινούντων, ἀλλ' ἐκ πολλοῦ χρόνου λόγους παρεσκευασμένων. καὶ μετὰ φευγόντων τε διωκόντων τ᾽ ἐγένεσθε, ὦ νέοι, ἀμφοτέρων δ᾽ ἔς χώρον ἡλάσατε. οἱ μὲν γὰρ τολμῶσι παρ᾽ ἀλλήλοισι μένοντες ἔς τ᾽ αὐτοσχεδὴν καὶ προμάχους ἵεναι, πανώτεροι θνήσκουσι, σαοῦσι δὲ λαὸν ὀπίσσω· τρεσσόντων δ᾽ ἀνδρῶν πᾶσ᾽ ἀπόλωλ᾽ ἀρετή. οὐδεὶς ἂν ποτε ταῦτα λέγων ἀνύσειεν ἕκαστα, ὅσ᾽, ἣν αἰσχρὰ πάθῃ, γίνεται ἀνδρὶ κακά. ἀργαλέον γὰρ ὀπίσθε μεταφρενόν ἐστι δαῖζειν ἀνδρὸς φεύγοντος δήϊω ἐν πολέμῳ· Ἄλλ᾽ Ἥρακλῆς γὰρ ἀνίκητον γένος ἐστέ, αἰσχρὸς δ᾽ ἐστὶ νέκυσ κακκείμενος ἐν κονίῃσι νῶτον ὀπίσθ᾽ αἰχμῇ δουρὸς ἐληλαμένος. θαρσεῖτ᾽· οὔπω Ζεὺς αὐχένα λοξὸν ἔχει· μηδ᾽ ἀνδρῶν πληθὺν δειμαίνετε, μηδὲ φοβεῖσθε, ἵδὺς δ᾽ εἰς προμάχους ἀσπίδ᾽ ἄνιρ ἔχετω, ἔχθρᾶν μὲν ψυχὴν θέμενος, θανάτου δὲ μελαίνας κῆρας †αὐγαῖσ᾽ ἡλίου φίλας. ἵστε γὰρ ὡς Ἄρεος πολυδακρύον ἔργ᾽ αἰδηλα, εὖ δ᾽ ὀργὴν ἔδάπη᾽ ἀργαλέου πολέμου, ΙΩΑΝΝΟΥ ΣΤΟΒΑΙΟΥ ΕΚΛΟΓΩΝ Δ´ [FLOR. C. L G. M.] ἀλλὰ τις ἐγγὺς ἰὼν αὐτοσχεδὸν ἔχει μαχρῶ, ἢ ξίφει οὐτάζων δίιον ἄνδρ᾽ ἐλέτω· καὶ πόδα παρ ποδὶ θείς καὶ ἐπ᾽ ἀσπίδος ἀσπίδ᾽ ἐρείσας, ἐν δὲ λόφον τε λόφῳ καὶ κυνέην κυνέῃ καὶ στέρνον στέρνῳ πεπλημένος ἀνδρὶ μαχέσθω, ἢ ξίφεος κώπην ἢ δόρυ μαχρὸν ἐλῶν. ὑμεῖς δ᾽, ὦ γυμνῆτες, ὑπ᾽ ἀσπίδος ἄλλοθεν ἄλλος