Ancient Greek
5.36.9
Joannes Stobaeus Anthologus, Anthologium 5.36.9
Unproofread scanNot analysed yet
δὲ σχῆμα πολιτείας οὐχ ἡ τοῦ πλείθους ἀρχή, δημο- Ἔρεχθέως καὶ Ἐριχθονίου καὶ Ἐρυσίχθονος τῶν τε ἄλλων τὰ πλεῖστα ὁσαπερ καὶ Θησέως τῶν ἄνω περὶ τῶν ὀνομάτων ἑκάστων ἀπομνημονεύεται, τούτων ἐκείνους τὰ πολλά ἐπονομάζοντας <τοὺς ἱερέας> ἔφη Σόλων τὸν τότε διῃγεῖσθαι πόλεμον, καὶ τὰ τῶν γυναικῶν κατὰ ταυτά. καὶ δὴ καὶ τὸ τῆς θεοῦ σχῆμα καὶ ἄγαλμα, ὡς κοινὰ τότε ἦν ἐπιτηδεύματα ταῖς τε γυναιξὶ καὶ τοῖς ἀνδράσι τὰ περὶ τὸν πόλεμον, οὕτω κατ’ ἐκεῖνον τὸν νόμον ὁπλισμένην τὴν θεὸν ἀνάθημα δεῖναι τοῖς τότε, ἔνδειγμα ὅτι πᾶνθ’ ὅσα ξύνομα ζῷα θῆλεα καὶ ὅσα ἄρρενα, τὴν προσήκουσαν ἀρετὴν ἑκάστῳ γένει πᾶν κοινῇ δυνατόν ἐπιτηδεύειν πέφυκεν.