Ancient Greek
5.369.2
Joannes Stobaeus Anthologus, Anthologium 5.369.2
Unproofread scanNot analysed yet
μὲν καὶ ἐπιπολῆς τὰ μήτε σηπόμενα μήτε τυχόμενα, οἱ τε λίθοι καὶ ὁ κέραμος, ἐν μέσῳ δὲ αἱ τε πλίνθοι καὶ τὰ ξύλα. ὥσπερ ἐν οἰκοδομίᾳ συντίθεται, τότε γίνεται πολλοῦ ἀξίων κτῆμα, οἰκία. Ἀλλὰ πᾶν, ἔφη ὁ νεανίσκος, ὦ Σώκρατες, ὁμοιον εἴρηκας. καὶ γὰρ ἐν τῷ πολέμῳ τοὺς πρώτους ἀρίστους δεῖ τάττειν καὶ τοὺς τελευταίους, ἐν μέσῳ δὲ τοὺς χείρους, ἵνα ὑπὸ μὲν τῶν ἄγωνται, ὑπὸ δὲ τῶν ὀθῶνται. Εἰ μὲν τοίνυν, ἔφη, καὶ διαγιγνώσκειν σε τοὺς ἀγαθοὺς καὶ τοὺς κακοὺς ἐδίδασκεν· εἰ δὲ μή, τί σοι ὄφελος ὧν ἔμαθες; οὐδὲ γὰρ εἰ σε ἀργύριον ἐκέλευσε πρῶτον μὲν καὶ τελευταῖον τὸ κάλλιστον τάττειν, μέσον δὲ τὸ χείριστον, μὴ διδάξας διαγιγνώσκειν τὸ τε καλὸν καὶ τὸ κίβδηλον, οὐδὲν ἂν σοι ὄφελος ἦν. Ἀλλὰ μὰ Δί’, ἔφη, οὐκ ἐδίδασκεν, ὥστε αὐτοὺς ἂν ἡμᾶς δεοὶ τοὺς τε ἀγαθοὺς καὶ τοὺς κακοὺς κρίνειν. Τί οὖν οὐ σκοποῦμεν, ἔφη, πῶς ἂν αὐτῶν μὴ διαμάρτοιμεν; Βούλομαι, ἔφη ὁ νεανίσκος. Οὐκοῦν, ἔφη, εἰ μὲν ἀργύριον δεοὶ ἀρπάζειν, τοὺς φιλαργυρωτάτους πρώτους καθιστάντες ὀρθῶς ἂν τάττοιμεν; Ἐμοῖγε δοκεῖ. Τί δὲ τοὺς κινδυνεύειν μέλλοντας; ἆρα τοὺς φιλοτιμοτάτους προταξίον; Οὗτοι γοῦν εἰσιν, ἔφη, οἱ ἕνεκα ἐπαίνου κινδυνεύειν ἐθέλοντες. οὐ τοίνυν οὗτοι γε ἄδηλοι, ἀλλ’ ἐπιφανεῖς πανταχοῦ ὄντες