Ancient Greek
5.370.2
Joannes Stobaeus Anthologus, Anthologium 5.370.2
Unproofread scanNot analysed yet
28 Ἐν τούτῳ (III 2, 1—4). Ἐντυχὼν δὲ ποτε στρατηγεῖν ἡρτημένῳ τῷ, Τοῦ ἕνεκα, <ἔφη,> Ὅμηρον οἶει τὸν Ἀγαμέμνονα προσαγορεύσαι ποιμένα λαῶν; ἆρά γε ὅτι ὥσπερ τὸν ποιμένα δεῖ ἐπιμελεῖσθαι ὅπως σῶαί τε ἔσονται αἱ ὄϊες καὶ τὰ ἐπιτήδεια ἔξουσιν, καὶ οἷ ἕνεκα τρέφονται, τούτ᾽ ἔσται, οὕτω καὶ τὸν στρατηγὸν ἐπιμελεῖσθαι δεῖ, ὅπως σῶοί τε οἱ στρατιῶται ἔσονται καὶ τὰ ἐπιτήδεια ἔξουσιν καὶ, οἷ ἕνεκα στρατεύονται, τοῦτο ἔσται· στρατεύονται δέ, ἵνα κρατοῦντες τῶν πολεμίων εὐδαιμονέστεροι ὦσιν· ἢ τί δή ποτε οὕτως ἐπήρεσε τὸν Ἀγαμέμνονα εἰπών·