Ancient Greek
5.41.4
Joannes Stobaeus Anthologus, Anthologium 5.41.4
Unproofread scanNot analysed yet
78 (69 Mein.) Δημοσθένους Φιλιππικῶν (X p. 142). Δεῖ γάρ, ὦ Ἄθηναιοι, δικαίως ἀλλήλοις τῆς πολυτείας κοινωνεῖν, τοὺς μὲν εἰσφόρους εἰς μὲν τὸν βίον τὸν ἑαυτῶν ἀσφαλῶς ἔχειν νομίζοντας καὶ ὑπὲρ τούτων μὴ δεδοικότας, εἰς δὲ τοὺς κινδύνους κοινὰ ὑπὲρ τῆς σωτηρίας τὰ ὄντα τῇ πατρίδι παρέχοντας, τοῖς δὲ λοιποῖς τὰ μὲν κοινὰ κοινὰ νομίζοντας καὶ μετέχοντας τὸ μέρος, τὰ δὲ ἑκάστου ἴδια τοῦ κεκτημένου. οὕτω καὶ ἡ μικρὰ πόλις μεγάλη γίνεται καὶ μεγάλη σῴζεται.