Ancient Greek
5.436.2
Joannes Stobaeus Anthologus, Anthologium 5.436.2
Unproofread scanNot analysed yet
17 (61, 6 Mein.) Πλάτωνος ἐκ τοῦ Πολιτικοῦ (p. 258 D—E). Ἄρ' οὖν οὐκ ἀριθμητικὴ μὲν καὶ τινες ἕτεραι ταύτῃ συγγενεῖς τέχναι φίλαι τῶν πράξεων εἰσί, τὸ δὲ γνῶναι παρέσχοντο μόνον; —Ἔστιν οὕτως. —Αἱ δὲ γε περὶ τεκτονικὴν αὖ καὶ ξύμπασαν χειρουργίαν ὥσπερ ἐν ταῖς πράξεσιν ἐνοῦσαν ξέμφυτον τῇ ἐπιστήμῃ κέκτηνται, καὶ συναποτελοῦσιν τὰ γιγνόμενα ὑπ' αὐτῶν σώματα πρότερον οὐκ ὄντα. —Τί μήν; —Ταύτῃ τοίνυν ξυμπάσας ἐπιστήμας διαιρεῖ, τὴν μὲν πρακτικὴν προσειπών, τὴν δὲ μόνον γνωστικήν. —Ἔστω σοι ταύθ' ὡς μιᾶς ἐπιστήμης τῆς ὅλης εἶδος δύο.