Ancient Greek
5.463.2
Joannes Stobaeus Anthologus, Anthologium 5.463.2
Unproofread scanNot analysed yet
5 35 Πλάτωνος ἐκ τοῦ Συμποσίου (p. 189 D —192 D). Ἡ γὰρ πάλαι ἡμῶν φύσις οὐχ αὕτη ἦν ἥπερ νῦν, ἀλλὰ ἄλλοια. πρῶτον μὲν γὰρ τρία ἦν γένη τὰ τῶν ἀνθρώπων, οὐχ ὥσπερ νῦν δύο, ἄρρεν καὶ θῆλυ, ἀλλὰ καὶ τρίτον προσῆν κοινὸν ἀμφοτέρων τούτων, οὗ νῦν ὄνομα λοιπόν, αὐτὸ δὲ ἠφάνισται· ἀνδρόγυνον γὰρ τότε μὲν ἦν καὶ εἶδος καὶ ὄνομα ἐξ ἀμφοτέρων κοινὸν τοῦ τε ἄρρενος καὶ θήλεος, νῦν δὲ οὐκ ἔστιν ἀλλ’ ἢ ἐν ὀνειδεὶ ὄνομα κείμενον. ἔπειτα ὅλον ἦν ἕκαστου τοῦ ἀνθρώπου τὸ εἶδος στρογγύλον, νωτὸν τε καὶ πλευρὰς κύκλῳ ἔχον, χεῖρας δὲ τέτταρας εἶχε, καὶ σκέλη τὰ ἴσα ταῖς χερσὶ, καὶ πρόσωπα δύο ἐπὶ αὐχένι κυλλοτερῇ, ὁμοία πάντη· κεφαλὴν δὲ ἐπ’ ἀμφοτέροις τοῖς προσώποις ἐναντίοις μίαν, καὶ ὦτα τέτταρα, καὶ αἰδοῖα δύο, καὶ τὰλλα πάντα ὡς ἀπὸ τούτων ἂν τις εἴκασειεν. ἐπορεύετο δὲ καὶ ὀρθὸν ὥσπερ νῦν, ὁποτέρωσε βουληθεῖη· καὶ ὅποτε ταχὺ ὁρμῆσειε θεῖν, ὥσπερ οἱ κυβιστῶντες καὶ εἰς ὀρθὸν τὰ σκέλη περιφερόμενοι κυβιστῶσι κύκλῳ,