Ancient Greek
5.465.2
Joannes Stobaeus Anthologus, Anthologium 5.465.2
Unproofread scanNot analysed yet
εἰπὼν ἔτεμεν τοὺς ἀνθρώπους δίχα, ὥσπερ οἱ τὰ ἁ̓ τέμνοντες καὶ μέλλοντες ταριχεύειν, ἢ ὥσπερ οἱ τὰ ὦ̓ ταις θριξίν· ὅντινα δὲ τέμνοι, τὸν Ἀπόλλων ἐκέλευεν τὸ τε πρόσωπον μεταστρέφειν καὶ τὸ τοῦ αὐχένος ἡμίσυ πρὸς τὴν τομήν, ἵνα θεώμενος τὴν αὐτοῦ τιμὴν κοσμιώτερος εἴη ὁ ἄνθρωπος, καὶ τἆλλα ἴασθαι ἐκέλευεν. ὁ δὲ τὸ τε πρόσωπον μετέστρεφε, καὶ ξυνέλιχον πανταχόθεν τὸ δέρμα ἐπὶ τὴν γαστέρα νῦν καλουμένην, ὥσπερ τὰ σύσπαστα βαλλάντια, ἐν στόμα ποιὼν ἀπέδει κατὰ μέσην τὴν γαστέρα, ὃ δὴ τὸν ὀμφαλὸν καλοῦσιν. καὶ τὰς μὲν ἄλλας ῥυτίδας πολλὰς ἐξέλεινε καὶ τὰ στήθη διώρθρου, ἔχων τι τοιοῦτον ὄργανον οἷον οἱ σχυτοτόμοι περὶ τὸν καλάποδα λειῶντες τὰς τῶν σχυτῶν ῥυτίδας· ὀλίγας δὲ κατέλιπε τὰς περὶ αὐτὴν τὴν γαστέρα καὶ τὸν ὀμφαλόν, μνημεῖον εἶναι τοῦ παλαιοῦ πάθους. ἐπειδὴ οὖν ἡ φύσις δίχα ἐμήρη, ποθοῦν ἕκαστον τὸ ἥμισυ τὸ αὐτοῦ ξυνῆει, καὶ περιβάλλοντες τὰς χεῖρας καὶ συμπλεχόμενοι ἀλλήλοις, ἐπιθυμοῦντες ξυμφῦναι, ἀπὲθνησκον ὑπὸ τοῦ λιμοῦ καὶ τῆς ἄλλης ἀργίας διὰ τὸ μηδὲν ἐθέλειν χωρὶς ἀλλήλων ποιεῖν. καὶ ὅποτε τι ἀποθάνοι τῶν ἡμίσεων, τὸ δὲ λειφθεῖν, τὸ λειφθὲν ἄλλο ξζήτει καὶ συνεπέπλεκτο, εἴτε γυναικὸς τῆς ὅλης ἐντύχοι ἡμίσει, ὅ