Ancient Greek
5.470.2
Joannes Stobaeus Anthologus, Anthologium 5.470.2
Unproofread scanNot analysed yet
Περὶ μὲν οὖν κάλλους τοῦ θεοῦ καὶ ταῦτα ἱκανὰ καὶ ἐπὶ πολλὰ λείπεται, περὶ δὲ ἀρετῆς Ἔρωτος μετὰ ταῦτα λεκτέον, τὸ μὲν μέγιστον ὅτι Ἔρως οὔτε ἀδικεῖ οὔτε ἀδικεῖται οὔτε ὑπὸ θεοῦ οὔτε θεόν, οὔτε ὑπ’ ἀνθρώπου οὔτε ἄνθρωπον. οὐδὲ γὰρ αὐτὸς βία πάσχει, εἰ τι πάσχει, βία γὰρ Ἔρωτος οὐχ ἅπτεται, οὔτε ποιῶν ποιεῖ· πᾶς γὰρ ἔχων Ἔρωτι πάνθ’ ὑπηρετεῖ· ὃ δ’ ἂν ἔχων ἔχοντι ὁμολογήσῃ, φασίν ‘οἱ πόλεων βασιλεῖς νόμοι’ δίκαια εἶναι. πρὸς δὲ τῇ δικαιοσύνῃ σωφροσύνης πλείστης μετέχει. εἶναι γὰρ ὁμολογεῖται σωφροσύνη τὸ κρατεῖν ἡδονῶν καὶ ἐπιθυμιῶν, Ἔρωτος δὲ μηδεμίαν ἡδονὴν κρείττω εἶναι· εἰ δὲ ἥττους, κρατοῦντ’ ἂν ὑπὸ Ἔρωτος, ὁ δὲ κρατοῖ, κρατῶν δὲ ἡδονῶν καὶ ἐπιθυμιῶν ὁ Ἔρως διαφερόντως ἂν σωφρονοίη. καὶ μὴν εἰς γε ἀνδρείαν Ἔρωτι ‘οὐδὲ Ἀρης ἀνθίσταται.’ οὐ γὰρ ἔχει Ἔρωτα Ἀρης, ἀλλὰ Ἔρως