Ancient Greek
5.471.2
Joannes Stobaeus Anthologus, Anthologium 5.471.2
Unproofread scanNot analysed yet
ἂν ἄμουσος ἢ τὸ πρῶν, οὐ ἂν Ἔρως ἀψεται. ᾧ δὴ πρέπει ἡμᾶς μαρτυρίῳ χρήσασθαι, ὅτι ποιητὴς ὁ Ἔρως ἀγαθὸς ἐν κεφαλᾷ πᾶσαν ποίησιν τὴν κατὰ μουσικήν· ἂ γὰρ τις ἢ μὴ ἔχει ἢ μὴ οἶδεν, οὔτ᾽ ἂν ἑτέρῳ δόιη οὔτε ἂν ἄλλον διδάξειεν. καὶ μὴν τὴν γε τῶν ζῴων ποίησιν πάντων τις ἐναντιώσεται μὴ οὐχὶ Ἔρωτος εἶναι σοφίαν, ἥ γίγνεται καὶ φύεται πάντα τὰ ζῷα; ἀλλὰ τὴν τῶν τεχνῶν δημιουργίαν οὐκ ἴσμεν, ὅτι οὐ μὲν ἂν ὁ θεὸς οὕτως διδάσκαλος γένηται, ἐλλόγμος καὶ φανὸς ἀπέβη, οὐ δ᾽ ἂν Ἔρως μὴ ἐφάψηται, σκοτεινός· τοξικήν γε μὴν καὶ ἰατρικὴν καὶ μαντικήν Ἀπόλλων ἀνεῦρεν ἐπιθυμίας καὶ Ἔρωτος ἡγεμονεύοντος, ὥστε καὶ οὕτως Ἔρωτος ἂν εἴη μαθητής, καὶ Μοῦσαι μουσικῆς καὶ Ἥφαιστος χαλκείας καὶ Ἀθηνᾶ ἱστουργίας καὶ Ζεὺς κυβερνᾶν θεῶν τε καὶ ἀνθρώπων. ὅθεν δὴ καὶ κατε-