Ancient Greek
5.486.1
Joannes Stobaeus Anthologus, Anthologium 5.486.1
Unproofread scanNot analysed yet
αἰμύλον καὶ ἐπιτερπές· ἀρπάζει δὲ καὶ βίους καὶ οἴκους καὶ γάμους καὶ ἡγεμονίας, οὐχ αἰνίσματα προβάλλων ἀλλ᾽ αὐτὸς αἴνυμα δυσεύρετον ὧν καὶ δύσλυτον, εἰ βούλοιτὸ τις προτείνειν, τί μισεῖ καὶ φιλεῖ, τί φεύγει καὶ διώκει, τί ἀπειλεῖ καὶ ἱκετεύει, τί ὀργίζεται καὶ ἔλεει, βούλεται παύσασθαι καὶ οὐ βούλεται, τί χαίρει τῷ αὐτῷ μάλιστα καὶ ἀνίσταται, τοῦτο λύσαι καὶ θεραπεύσαι. τῆς μὲν γὰρ Σφίγγος τὸ αἴνυμα τὰ πλεῖστ᾽ α καὶ πεπλασμένα ἔχει· οὔτε γὰρ τρίπους ὁ γέρων ἀληθῶς, εἰ προσεῖληχε τοῖς ποσὶ βοηθεῖν· οὔτε τετράπους ὁ νήπιος, ἐπεὶ ταῖς χερσὶν ὑπερείδει τὴν τῶν βάσεων ὑγρότητα καὶ ἀσθένειαν. τὰ δὲ τῶν ἐρώτων πάθη ἀληθῆ· στέργουσι, ἐχθραίνουσι· τὸν αὐτὸν ποθοῦσι ἀπόντα, τρέμουσι παρόντος· κολακεύουσι λοιδοροῦσι, προαποθνήσκουσι φονεύουσι, εὔχονται μὴ φιλεῖν καὶ παύσασθαι φιλοῦντες οὐ θέλουσι· σωφρονίζουσι καὶ πειρῶσι, παιδεύουσι καὶ διαφθείρουσι, ἄρχειν θέλουσι καὶ δουλεῖν ἐπομένουσι. τοῦτο αἴτιον γέγονε μάλιστα τοῦ μανίαν ὑποληφθῆναι τὸ πάθος.