Ancient Greek
5.49.4
Joannes Stobaeus Anthologus, Anthologium 5.49.4
Unproofread scanNot analysed yet
Ἐπεὶ ὡν διὰ τριῶν ἐλέγομες σπουδαίων ἀποτελεέσθαι τὸν ἄνθρωπον, διὰ τε τῶν ἐθέων καὶ τῶν νόμων καὶ τῷ λόγῳ, σκοπιάζεσθαι δεῖ πῶς τε διαφθείρεσθαι πέφυκε τὰ ἔθεα καὶ πῶς διαμένεν. εὕρήσομεν δὴ τὰ ἔθεα φθειρόμενα κατὰ δύο τρόπους, ἢ γὰρ δι’ αὐτῶς ἢ διὰ τῶς ἐκτός. καὶ διὰ μὲν αὐτῶς, ἤτοι διὰ τὸ φεύγεν τὰς λύπας ἢ διὰ τὸ αἱρέεσθαι τὰς ἄδονάς· διὰ μὲν γὰρ τὸ φεύγεν τὰς λύπας τῶς πόνως οὐχ ὑπομένοντι, διὰ δὲ τὸ διώχεν τὰς ἄδονὰς τὰ ἀγαθὰ [τοῖς] ἀποβάλλοντι. ἐργατεύοντι δὲ τοὶ μὲν πόνοι τὰ ἀγαθὰ τοῖς ἀνθρώποις, ταὶ δὲ ἄδοναὶ τὰ κακά· ἀκρατέες ὡν καὶ μαλαχοὶ γινόμενοι θηλύτεροι γίνονται ταῖς ψυχαῖς καὶ ποτὶ τὰς ἀναλώσιας πολυδαπανώτεροι. διὰ δὲ τῶς ἐκτός, αἰκα ξενικὸς ἐπίδαμος