Ancient Greek
5.496.2
Joannes Stobaeus Anthologus, Anthologium 5.496.2
Unproofread scanNot analysed yet
Οὐχ ἄρα ἔδει ποτὲ ἐρώντι καὶ ὑπ' ἀνάγκης ἀνοήτῳ χαρίζεσθαι, ἀλλὰ πολὺ μᾶλλον μὴ ἐρώντι καὶ νοῦν ἔχοντι· εἰ δὴ μὴ, ἀναγκαῖον εἴη ἐνδοῦναι αὐτὸν ἀπίστῳ, δυσκόλῳ, φθονερῷ, ἀηδεῖ, βλαβερῷ μὲν πρὸς οὐσίαν, βλαβερῷ δὲ πρὸς τὴν τοῦ σώματος ἕξιν, πολὺ δὲ βλαβερωτάτῳ πρὸς τὴν τῆς ψυχῆς παιδείαν, ἥς οὔτε ἀνθρώποις οὔτε θεοῖς τῇ ἀληθείᾳ τιμιώτερον οὔτε ἐστιν οὔτε ποτὲ ἔσται. ταῦτά τε οὖν χρή, ὦ παι, ξυννοεῖν, καὶ εἰδέναι τὴν ἐραστοῦ φιλίαν ὅτι οὐ μετ' εὐνοίας γίγνεται, ἀλλὰ σιτίου τρόπου, χάριν πληρμονῆς.