Ancient Greek
5.54.2
Joannes Stobaeus Anthologus, Anthologium 5.54.2
Unproofread scanNot analysed yet
97 (96 Mein.) Πλάτωνος Πολιτείας δ´ (p. 425 A). Ὅταν δὴ ἄρα καλῶς ἀρξάμενοι παῖδες παίζειν εὐνο-μίαν διὰ τῆς μουσικῆς εἰσδέξωνται, πάλιν τοὔναντιον ἢ κείνοις εἰς πάντα συνέπεται τε καὶ αὐξεῖ, ἐπανορθοῦσα εἰ τι καὶ πρότερον τῆς πόλεως ἔκειτο. Ἀληθῆ μέντοι, ἔφη. Καὶ τὰ σμικρὰ ἄρα, εἶπον, δοκοῦντα εἶναι νόμιμα ἐξευρίσκουσιν οὕτοι, ἃ οἱ πρότερον ἀπώλλυσαν ἅπαντα. Ποῖα; Τὰ τοιαῦδε· σιγᾶς τε τῶν νεωτέρων παρὰ πρεσβυτέροις ὡς πρέπει, καὶ κατακλίσεις καὶ ὑπαναστάσεις καὶ γονέων θεραπείας, καὶ χουρᾶς τε καὶ ἀμπεχόνας καὶ ὑποδέσεις καὶ ὅλον τὸν τοῦ σώματος σχηματισμὸν καὶ τἆλλα ὅσα τοιαῦτα. ἢ οὐχ οἶει; Ἔγωγε. Νομοθετεῖν δ´ αὐτὰ οἶμαι εὐήθες· οὔτε γὰρ πού γίνεται οὔτ´ ἂν μεινεῖεν λόγῳ τε καὶ γράμμασιν νομοθετηθέντα. Πῶς γάρ; Κινδυνεύει γοῦν, ἣν δ´ ἐγώ, ὦ Ἀδείμαντε, ἐκ τῆς παιδείας ὅποι ἂν τις ὁρμήσῃ, τοιαῦτα καὶ τὰ ἐπόμενα εἶναι. ἢ οὐχ ἀεὶ τὸ ὁμοιον ὁμοιον παρακαλεῖ; Τί μήν; Καὶ τελευταῖον δὴ οἶμαι φαίμεν ἂν εἰς ἕν τι τέλειον καὶ νεανικὸν ἀποβαίνειν αὐτὸ ἢ ἀγαθὸν ἢ καὶ τοὔναντιον.