Ancient Greek
5.555.2
Joannes Stobaeus Anthologus, Anthologium 5.555.2
Unproofread scanNot analysed yet
5 103 (70, 13 Mein.) Ἀντιπάτρου ἐκ τοῦ Περὶ γυναικὸς συμβιώσεως (fr. 62 Arn.) . Πρῶτον μὲν χρὴ τὴν μνηστείαν μὴ εἰκῇ ποιήσασθαι ἀλλὰ πᾶνυ πεφροντισμένως, μηδ’ εἰς πλοῦτον μηδ’ εἰς ὀγκοῦσαν εἰγένειαν μηδ’ εἰς ἄλλην χάσμην μηδεμίαν ἀποβλέπειν, μηδὲ μὰ Δία εἰς κάλλος· καὶ γὰρ τοῦτο ὡς ἐπὶ πᾶν ὀγκον καὶ δεσποτικὸν ἥθος περιποιεῖ· ἀλλὰ πρῶτα μὲν τὸ τῶν γονέων ἐξετάζειν ἥθος καὶ τρόπον, εἰ πολιτικὸς καὶ ἄφροτος εὐγνώμων, ἐπὶ δὲ σώφρων καὶ δίκαιος, ἐπὶ δὲ τούτοις ἀκενόσπουδος καὶ †ἴχνος καὶ τὰ ἄλλα περὶ τοῦ ποίους τινὰς φίλους κτᾶσθαι δεῖ παραγγέλλεται· ἔπειτα καὶ τὴν μητέρα, ἥ γαμεῖσθαι μέλλουσα συντρέφεται, καὶ τὸν ταύτης τρόπον κατὰ τὸ πλεῖστον ἀποπλάττεται· μετὰ ταῦτα εἰ ἀκολούθως τῷ ἑαυτῶν τρόπῳ ἥγασιν τὴν θυγατέρα καὶ μὴ ἠττημένοι εἰσὶν καὶ ἀποβλεφρότερες ἀπὸ τοῦ συμφέροντος διὰ τὴν ἄγαν φιλοστοργίαν· καὶ τοῦτο ποικιλῶς ἐξετακέναι, καὶ διὰ δούλων καὶ <δι’> ἐλευθέρων τῶν τε ἐνδοθεν καὶ τῶν