Ancient Greek
5.607.2
Joannes Stobaeus Anthologus, Anthologium 5.607.2
Unproofread scanNot analysed yet
61ᵃ Ἐν ταύτῃ. Κάκεινο δὲ χρη διαλογίζεσθαι, ὡς οὐδὲν καθάρσιον εὑρήσει τὰς ἀμπλακίας ταύτας ἄχος, ὥστε ὡς ἱερὰ θεῶν καὶ βωμῶς ποτερχομένην ἥμεν ἁγνὰν καὶ θεοφιλάταν· 10 ἐπὶ γὰρ ταῦτα τῇ ἀδικίᾳ μάλιστα καὶ τὸ δαιμόνιον ἀσυγγνωμόνητον γίνεται. κάλλιστος δὲ κόσμος γυναικὸς ἐλευθέρας πρᾶτόν τε κῦδος τὸ διὰ τῶν αὐτὰς τέκνων ἐπιμαρτύρεσθαι τὰν σωφροσύναν τὰν ποτὶ τὸν ἄνδρα, αἴκα τὸν τύπον τὰς ὁμοιότητος ἐπιφέρωντι τῷ κατασπεύραντος 15 αὐτῶς πατρός. καὶ περὶ μὲν εἰνὰς οὕτως ἔχει· περὶ δὲ τῷ κόσμῳ τῷ περὶ τὸ σῶμα δοκεῖ μοι οὕτως. δεῖ λευχείμονα ἥμεν καὶ ἀπλοϊχὰν καὶ ἀπερίσσευτον. ἔσσεῖται