Ancient Greek
5.61.2
Joannes Stobaeus Anthologus, Anthologium 5.61.2
Unproofread scanNot analysed yet
102 (100 Mein.) Πλάτωνος Πολιτείας ε’ (p. 457A—B). Ἀποδυτέον δή ταῖς τῶν φυλάκων γυναιξίν, ἐπειπερ ἀρετὴν ἀντὶ ἱματίων ἀμφιέσονται, καὶ κοινωνητέον πολέμου τε καὶ τῆς ἄλλης φυλακῆς τῆς περὶ τὴν πόλιν, καὶ οὐχ ἄλλο πρακτέον· τούτων δὲ αὐτῶν τὰ ἐλαφρότερα ταῖς γυναιξὶν ἢ τοῖς ἀνδράσιν ἀποδοτέον διὰ τὴν τοῦ γένους ἀσθένειαν. ὁ δὲ γελῶν ἀνὴρ ἐπὶ γυμναῖς γυναιξί, τοῦ βελτίστου ἕνεκα γυμναζομέναις, ἀτελῆ τοῦ γελοίου σοφίας ὀρέπων καρπόν, οὐδὲν οἶδεν, ὡς ἔοικεν, ἔφ’ ᾧ γελᾷ, οὐδὲ τί πράττει· κάλλιστα γὰρ δή τοῦτο καὶ λέ-