Ancient Greek
5.612.2
Joannes Stobaeus Anthologus, Anthologium 5.612.2
Unproofread scanNot analysed yet
64 Ἐν ταύτῳ. Φυλακτέον δὲ καὶ περὶ γυναικῶν τὰς φιλίας τε καὶ συννηθείας, τὸ τοῦ Εὐριπίδου μεμνημένους. ἡ γὰρ δὴ ἐξαμαρτάνουσα οὐχ αὐτὴν ἔλεγεν αἰτίαν, ἀλλ᾽ ἐκείνας ἃς τραγῳδεῖ· ‘κακῶν γυναικῶν εἴσοδοί μ᾽ ἀπώλεσαν’. χρηστὸν δὲ καὶ τὸ ‘μετὰ τῶν σύ γε πίνε καὶ ἴζανε’, παρ᾽ ὧν τι φησὶ καὶ χρηστὸν ἂν ἀπολαύσαις. καὶ ταῦτα οὐκ ἐγώ, πάντες δὲ ποιηταὶ τε καὶ λογοποιοὶ γράφουσιν. φυλακτέον δὲ μᾶλλον τῷ ἐμῷ λόγῳ καὶ τὰς πρεσβύτιδας· αἵται γὰρ ἰκαναὶ γε τὰς νεότητας μακαρίζειν, καὶ ὡς δὴ ἐμπειροὶ τοῦ βίου ὑποθήκας τινὰς ἀκολάστους ὑποτίθενται,