Ancient Greek
5.613.3
Joannes Stobaeus Anthologus, Anthologium 5.613.3
Unproofread scanNot analysed yet
65 Ἐν ταύτῳ. Ἄλλ’ ἐρω περὶ σωφροσύνης πάλιν· τοὺς οἰκέτας 10 ἐθιστέον οὕτως ὁμιλεῖν, ὅπως μηδενὶ ἐξέστω αὐτῶν πρὸς τὸ οὓς αὐτῇ διαλέγεσθαι λάθρα, ἐνίοτε δὲ καὶ σοῦ βλέποντος· ὁ γὰρ ἀκούειν οὐκ ἄγα τὸν ἄνδρα λυσιτελεῖ, ἀδικον καὶ ἄνισον, ἀλλ’ ἐκείνη γε ταῦτα συμφέρει· ὁπότε 15 δὲ ἐν οἰκία τὸ λάθρα διαλέγεσθαι ἀπήλλακται, πολλὴ ἔλπις ἐστι μὴ ἂν τινα τολμῆσαι τῶν θεραπόντων μοιχικὸν τινα λόγον τῇ δεσποίνῃ διακονήσασθαι· ἀκούσαι γὰρ ἀνάγκη τὸν δεσπότην, εἰ νόμος ἐστὶ πάντα φανερῶς διαλέγεσθαι. οἶδα μὲν οὖν καὶ ταῦτα ἀπαντα ἰσχύοντα πρὸς 20 τὸ ποιῆσαι τινα βιοῦν σωφρόνως· ὅμως δὲ οὐδὲν οὕτως τούτῳ λυσιτελὲς ὡς λόγῳ διδάσκειν περὶ τοῦ ἀδικήματος