Ancient Greek
5.619.2
Joannes Stobaeus Anthologus, Anthologium 5.619.2
Unproofread scanNot analysed yet
Ἄλλὰ μὴν μάχεται γε πᾶν ζῷον διαφερόντως παρόντων ὧν ἂν τέχῃ. Ἐν δὲ τῷ περὶ τοῦ γάμου καὶ τῆς παιδοποιίας τόπῳ θετέος ἐστὶ καὶ ὁ τῆς πολυτεκνίας λόγος. κατὰ φύσιν γὰρ πως καὶ ἀκόλουθον τῷ γάμῳ τὸ πάντα ἢ τὰ γε πλεῖστα τῶν γεννωμένων ἀνατρέφειν· ἀλλ᾽ ἔοικασιν οἱ πλείους ἀπειθεῖν τῇ παραίνεσει δι᾽ αἰτίαν οὐ μᾶλα πρεσβώδη, διὰ γὰρ φιλοπλουτίαν καὶ τὸ πάμμεγα κακὸν ἡγεῖσθαι τὴν πενίαν τοῦτο πάσχουσι. πρῶτον μὲν οὖν λογιστέον, ὡς οὐχ ἑαυτοῖς μόνον παραστάτας καὶ γηροβόσκους καὶ πάσης τύχης τε καὶ περιστάσεως κοινωνοὺς γεννώμεν, οὐδ᾽ ὑπὲρ ἑαυτῶν μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν γονέων ἡμῶν κατὰ πολλά γε. καὶ γὰρ εὐχαριστίαν ἔχει πρὸς αὐτοὺς ἡ παιδοποιία τῇ, χἂν εἴ τι πάθωμεν ἡμεῖς πρότερον, καταλείπειν ἐκείνοις ἀνθ᾽ ἡμῶν αὐτοὺς γηροβόσκους. καλὸν δὲ πάππος ὑπὸ σφετέρων ἐκγόνων χειραγωγούμενός τε καὶ τῆς ἄλλης ἐπιμελείας ἀξιοῦμενος· ὥστε πρῶτον μὲν εὐχάριστα πράττομεν ἂν εἰς γονέας