Ancient Greek
5.623.1
Joannes Stobaeus Anthologus, Anthologium 5.623.1
Unproofread scanNot analysed yet
ἀνὴρ πολύπαις ἢ γυνὴ σὺν ἀθροοῖς ὁρώμενοι τοῖς ἑαυτῶν παισίν· οὔτε γὰρ πομπὴν πεμπομένην θεοῖς οὔτω καλὴν θεάσαιτ᾽ ἄν τις οὔτε χορείαν ἐπὶ ἱεροῖς κόσμῳ χορευόντων οὕτως ἀξιοθέατον, ὡς χορὸν παίδων πολλῶν 5 προηγουμενῶν ἐν πόλει πατρὸς τοῦ ἑαυτῶν ἢ μητρός, χειραγωγούντων τοὺς γονεῖς ἢ τρόπον ἕτερον περιεπόντων κηδεμονικῶς. τί μὲν τούτου κάλλιον τοῦ θεάματος; τί δὲ τῶν γονέων τούτων ζηλωτότερον, ἄλλως τε κἂν ἐπιεικεῖς ὦσι; τίσι δ᾽ ἂν ἄλλοις οὕτω προθύμως ἢ συν- 10 εὔξαιτό τις ἀγαθὰ παρὰ θεῶν, ἢ συμπράξειεν αὐτοῖς εἰς ὅ τι δέοιντο; νὴ Δία φησίν <ἄλλὰ . . . >.