Ancient Greek
5.628.2
Joannes Stobaeus Anthologus, Anthologium 5.628.2
Unproofread scanNot analysed yet
Ἀνθρώποισι τῶν ἀναγκαίων δοκεῖ εἶναι παῖδας κτῆσασθαι ἀπὸ φύσιος καὶ καταστάσιός τινος ἀρχαίης. δήλον δὲ καὶ τοῖς ἄλλοις ζῴοις. πάντα γὰρ ἔχοντα κτᾶται κατὰ φύσιν, ἐπωφελείας γε οἰκείας ἕνεκα· ἀλλ’ ὅταν γένῃται, ταλαιπωρεῖ καὶ τρέφει ἕκαστον ὡς δύναται καὶ ὑπερδέδοιχε, μέχρι σμικρὰ ἥ, καὶ ἥν τι πάθῃ ἀνίᾳται. ἡ μὲν φύσις τοιαύτη πάντων ἐστὶν ὅσα ψυχὴν ἔχει· τῷ δὲ δή ἀνθρώπῳ νομίζον ἤδη πεποίηται, ὥστε καὶ ἐπαίρεσιν τινὰ γίνεσθαι ἀπὸ τοῦ ἔχοντος.