Ancient Greek
5.64.1
Joannes Stobaeus Anthologus, Anthologium 5.64.1
Unproofread scanNot analysed yet
μέρους καὶ περὶ ἡδονῆς ῥαΐζοντος. Ὁ αὐτὸς γάρ, 5 ἔφη· καὶ τοῦτο ὁ ἐρωτᾶς, τοῦ τοιούτου ἐγγύτατα ἡ ἀριστα πολιτευομένη πόλις οἰκεῖ. Ἑνὸς δή, οἴμαι, πάσχοντος τῶν πολιτῶν οἷον ἢ ἀγαθὸν ἢ κακὸν ἢ τοιαύτη πόλις μάλιστα τε φήσει ἑαυτῆς εἶναι τὸ πάσχον καὶ ἢ ξυνσηθησεται ἅπασα ἢ ξυλλυπήσεται. Ἀνάγκη, ἔφη, τὴν γε εὖνομον. Ὧρα ἂν εἴη, ἣν δ’ ἐγώ, ἐπανιέναι ἡμῖν ἐπὶ τὴν ἡμετέραν πόλιν, καὶ τὰ τοῦ λόγου ὁμολογήματα σκοπεῖν ἐν αὐτῇ, εἰ αὐτὴ μάλιστα ἔχει εἴτε καὶ ἄλλη τις μᾶλλον. Οἴκοῦν χεή, ἔφη. Τί οὖν; ἔστι μὲν που καὶ ἐν ταῖς 10 ἄλλαις πόλεσι ἀρχοντές τε καὶ δῆμος, ἔστι δὲ καὶ ἐν ταύτῃ; Ἔστι. Πολίτας μὲν δή πάντες οὗτοι ἀλλήλους προσφεροῦσι; Πῶς δ’ οὔ; Ἀλλὰ πρὸς τῷ πολίτας τί ὁ ἐν ταῖς ἄλλαις δῆμος τοὺς ἀρχοντας προσαγορεύει; Ἐν μὲν ταῖς πολλαῖς δεσπότας, ἐν δὲ ταῖς δημοκρατουμέναις 15 αὐτὸ τοῦτο τοὔνομα, ἀρχοντας. Τί δ’ ὁ ἐν τῇ ἡμετέρᾳ δῆμος; πρὸς τῷ πολίτας τί τοὺς ἀρχοτάς φησιν εἶναι; Σωτῆράς τε καὶ ἐπικούρους, ἔφη. Τί δ’ οὗτοι τὸν δήμον; Μισθοδότας τε καὶ τροφέας. Οἱ δὲ ἐν ταῖς ἄλλαις ἀρχοντες τοὺς δήμους; Δούλους, ἔφη. Τί δ’ οἱ ἀρχον- 20 τες ἀλλήλους; Συνάρχοντας, ἔφη. Ἔχεις οὖν εἰπεῖν τῶν ἀρχόντων ἐν ταῖς ἄλλαις πόλεσι, εἴ τις τινα ἔχει προσειπεῖν τῶν ξυναρχόντων τὸν μὲν ὡς οἰκεῖον, τὸν δ’ ὡς ἀλλότριον; Καὶ πολλούς γε. Οἴκοῦν τὸν μὲν οἰκεῖον ἄς