Ancient Greek
5.67.2 to 5.67.7
Joannes Stobaeus Anthologus, Anthologium 5.67.2-7
Unproofread scanNot analysed yet
τὸν μὲν εἰς τὴν αὐτοῦ οἰκίαν ἕλκοντα ὅ τι ἂν δύνῃται χωρὶς τῶν ἄλλων κτήσασθαι, τὸν δὲ εἰς τὴν ἑαυτοῦ ἑτέραν οὖσαν, καὶ γυναῖκά τε καὶ παῖδας ἑτέρους, ἡδονὰς τε καὶ ἀλγηδόνας ἐμποιοῦντας ἰδίων ὄντων ἰδίας, ἀλλ’ ἐνὶ δόμῃ, [οὐ] τοῦ οἰκείου πέρι ἐπὶ τὸ αὐτὸ τείνοντας πάντας εἰς τὸ δυνατόν ὁμοιοπαθεῖς λύπης τε καὶ ἡδονῆς εἶναι; Κομιδῇ μὲν οὖν, ἔφη. Τί δέ; δίκαι τε καὶ ἔγκλήματα πρὸς ἀλλήλους οὐκ οἴχῃσεται ἐξ αὐτῶν ὡς ἔπος εἰπεῖν διὰ τὸ μηδὲν ἴδιον κεκτηθῆναι πλὴν τὸ σῶμα, τὰ δὲ ἄλλα κοινά; οὐδὲν δὴ ὑπάρχει τούτοις ἀστασιάστοις εἶναι, ὅσα γε διὰ χρημάτων ἢ παιδῶν ἢ συγγενῶν