Ancient Greek
5.678.2
Joannes Stobaeus Anthologus, Anthologium 5.678.2
Unproofread scanNot analysed yet
εὐγνώμοσι προσενεχθῆναι μετρίως· ἀλλ´ ἀνδρὸς ἔργον καὶ πολλῆς ἀξίων ἀποδοχῆς, τὸν ἀβέλερον καὶ σκαιὸν πραῦναι τοῖς ἐς αὐτὸν πραττομένοις. καὶ γὰρ οὐδὲν πᾶμπαν ἐπ´ ἀδύνατον ἢ παράκλησις· ἀλλ´ ἔνεστι γὰρ κἂν τοῖς ἀτοπώτατα διακειμένοις σπέρματα μεταβολῆς τῆς ἐπὶ τὸ 5 κρεῖττον τιμῆς τε καὶ ἀγαπήσεως τῶν εὐεργετησάντων. οὐ γὰρ δὴ ζῷα μὲν ἄγρια καὶ φύσει πρὸς τὸ γένος ἡμῶν ἐκπεπολεμωμένα, πρὸς βίαν ἀχθέντα καὶ τὴν πρώτην κατασχεθέντα δεσμοῖς ἢ γαλεάγραις, χρόνῳς ὑστερον τιθασὰ γίνεται καθημερούμενα ποιαῖς τῃμελείαις καὶ τῇ 10 καθ´ ἡμέραν τροφῇ· ἄνθρωπος δὲ οὐχ ὅπως ἀδελφός, ἀλλὰ κἂν μηδὲν προσήκων τύχῃ, οὐ τῇ παντὶ μᾶλλον ἐπιμελείας ἀξιοῦμενος μεταβαλεῖ πρὸς τὸ ἡμερώτερον, κἂν ὑπερβολὴν μὴ ἀπολίπῃ σκαιότητος; μμνητέον οὖν ἐπὶ παντὸς μὲν ἀνθρώπου, πολὺ δὲ διαφερόντως· ἐπ´ ἀδελ- 15 φοῦ τὸ τοῦ Σωκράτους· ἔκεινος γὰρ πρὸς τὸν εἰπόντα ἄποθανοῦμαι, εἰ μὴ σε τιμωρησαίμην ἔφη ἄποθανοῦμαι, εἰ μὴ σε φίλον ποιήσω´.