Ancient Greek
5.71.5
Joannes Stobaeus Anthologus, Anthologium 5.71.5
Unproofread scanNot analysed yet
Ἐν μόνῃ γὰρ αὐτῇ ἄρξουσιν οἱ τῷ ὄντι πλούσιοι, οὐ χρυσίου, ἀλλ’ οὗ δεῖ τὸν εὐδαίμονα πλουτεῖν, ζωῆς ἀγα-θῆς τε καὶ ἐμφρονος. εἰ δὲ πτωχοὶ καὶ πεινῶντες ἀγα-θῶν ἰδίων ἐπὶ τὰ δημόσια ἴασιν, ἐντεῦθεν οἴόμενοι τὰ-γαθὸν δεῖν ἀρπάζειν, οὐκ ἔστι· περιμάχητον γὰρ τὸ ἄρχειν γιγνόμενον, οἰκεῖος ὢν καὶ ἔνδον ὁ τοιοῦτος πό-λεμος αὐτοὺς τε ἀπόλλυσι καὶ τὴν ἄλλην πόλιν.