Ancient Greek
5.74.2
Joannes Stobaeus Anthologus, Anthologium 5.74.2
Unproofread scanNot analysed yet
Ὅρῃς τοῦτον ὡς ἐριστικὸν λόγον καταῦγεις, ὡς οὐκ ἄρα ἐστὶ ζητεῖν ἀνθρώπῳ, οὔτε ὃ οἶδεν, οὔτε ὃ μὴ οἶδεν; οὔτε γὰρ ἂν ὃ γε οἶδε ζητοῖ· οἶδε γάρ, καὶ οὐδὲν δεῖ τῷ γε τοιούτῳ ζητήσεως· οὔτε ὃ μὴ οἶδεν· οὐδὲ γὰρ οἶδεν ὃ τι ζητήσει. —Οὐκοῦν καλῶς σοι δοκεῖ λέγεσθαι 10 ὁ λόγος οὗτος, ὦ Σώκρατες; —Οὐκ ἐμοίγε. —Ἔχεις λέγειν ὅπη; —Ἐγώγε· ἀκήκοα γὰρ ἀνδρῶν τε καὶ γυναικῶν σοφῶν περὶ τὰ θεία πράγματα —Τίνα λόγον λεγόντων; —Ἀληθῆ, ἐμοίγε δοκεῖν, καὶ καλόν. —Τίνα τοῦτον, καὶ τίνες οἱ λέγοντες; —Οἱ μὲν λέγοντες εἰσὶ 15 τῶν ἱερέων τε καὶ τῶν ἱερείων, ὅσοις μεμέληκε περὶ ὧν μεταχειρίζονται λόγον οἷοις τε εἶναι διδόναι· λέγει δὲ καὶ Πίνδαρος καὶ ἄλλοι πολλοὶ τῶν ποιητῶν, ὅσοι θεῖοι εἰσιν. ἃ δὲ λέγουσι, ταῦτί ἐστιν· ἀλλὰ σκόπει, εἰ σοι δοκοῦσιν ἀληθῆ λέγειν. φασὶ γὰρ τὴν ψυχὴν τοῦ ἀν- 20 θρώπου εἶναι ἀθάνατον, καὶ τοῦτο μὲν τελευτᾶν, ὃ δὴ ἀποθνῄσκειν, τοῦτο δὲ πάλιν γίγνεσθαι, ἀπόλλυσθαι δὲ οὐδέποτε· δεῖν δὴ διὰ ταῦτα ὁσιώτατα διαβιῶναι τὸν βίον·