Ancient Greek
5.78.1
Joannes Stobaeus Anthologus, Anthologium 5.78.1
Unproofread scanNot analysed yet
φησιν εἶναι, ψευδόμενος· οὐδὲν γὰρ γηγενὲς Ὀλυμπίων ἐντιμότερον, ἀλλ´ ὁ περὶ ψυχῆς ἄλλως δοξάζων ἀγνοεῖ, ὡς θαυμαστοῦ τούτου κτήματος ἀμελεῖ. οὐδὲ γε ὁπόταν χρήματά τις κτάσθαι μὴ καλῶς ἢ μὴ δυσχερῶς φέρῃ κτῶμενος, δώροις ἄρα τιμᾷ τότε τὴν αὐτοῦ ψυχήν· παντὸς μὲν οὖν λείπει· τὸ γὰρ αὐτῆς τίμιον ἄμα καὶ καλὸν ἀποδίδεται τοῦ χρυσοῦ. πᾶς γὰρ ὁ τ´ ἐπὶ γῆς καὶ ὑπὸ γῆς χρυσὸς ἀρετῆς οὐκ ἀντάξιος, οὐδ´, ὡς εἰπεῖν ξυλλήβδην, ἣ ὅσα περ νομοθέτης αἰσχρὰ εἶναι καὶ κακὰ διαριθμούμενος τάττη καὶ τοῦναντίον ἀγαθὰ καὶ καλά, τῶν μὲν ἀπέχεσθαι μὴ ἐθέλη πάσῃ μηχανῇ, τὰ δ´ ἐπιτηδεύειν ξύμπασαν κατὰ δύναμιν, οὐκ οἶδεν ἐν τοῖς πᾶσι πᾶς ἄνθρωπος ψυχὴν θεióτατον ὂν ἀτιμότατα καὶ κακοσυμμενόστατα διατιθεὶς. τὴν γὰρ λεγομένην δίκην τῆς κακουργίας τὴν μεγίστην οὐδεὶς ὡς ἔπος εἰπεῖν λογίζεται, ἐστὶ δὲ ἡ μεγίστη τὸ ὁμοιοῦσθαι τοῖς οὕσι κακοῖς ἀνδράσιν, ὁμοιοῦμενον δὲ τοῖς μὲν ἀγαθοὺς φεύγειν ἄνδρας καὶ λόγους, καὶ τῶν μὲν ἀποσχίζεσθαι, τοῖς δὲ προσκολλᾶσθαι διώκοντα κατὰ τὰς ξυνουσίας· προσπεφυκότα δὲ τοῖς τοιούτοις ἀνάγκη ποιεῖν καὶ πάσχειν ἃ πεφύκασιν ἀλλήλους οἱ τοιούτοι ποιεῖν καὶ λέγειν. τοῦτο οὖν δή τὸ πάθος δίκη μὲν οὐκ ἐστίν, καλὸν γὰρ τὸ γε δίκαιον καὶ ἡ δίκη, τιμωρία δέ, ἀδικίας ἀκόλουθον πάθη,