Ancient Greek
5.80.1
Joannes Stobaeus Anthologus, Anthologium 5.80.1
Unproofread scanNot analysed yet
γὰρ ἑκάστων τούτων ἔχθρας καὶ στάσεις ἀπεργάζεται ἐν ταῖς πόλεσι καὶ ἰδίᾳ, τὰ δ᾽ ἔλλειποντα δοῦλον. μὴ δή τις φιλοχρηματείτω παίδων γε ἕνεκα, ἢ ὅ τι πλουσιωτάτους καταλείψει· οὔτε γὰρ [καλόν]. οὔτε αὐ τῇ πόλει ἄμεινον. ἡ γὰρ τῶν νέων ἀκολάκευτος οὐσία, τῶν δὲ ἀναγκαίων μὴ ἐνδεχομένη ἢ μουσικωτάτη τε καὶ ἀρίστη· συμφωνοῦσα γὰρ ἡμῖν καὶ ξυναρμόττουσα εἰς πάντα ἄλλυπον <τὸν βίον> ἀπεργάζεται. παισὶ δὲ αἰδῶ χερὶ πολλήν, οὐ χρυσὸν καταλείπειν. οἴομεθα δὲ ἐπιπλέττοντες <τοῖς νέοις> ἀναίσχυντοῦσι τοῦτο καταλείψειν· τὸ δ᾽ ἐστὶν οὐκ ἐκ τοῦ νῦν παρακελεύσματος τοῖς νέοις γιγνόμενον, ὅ παρακελεύονται λέγοντες ὡς δεῖ πάντα αἰσχύνεσθαι ἢ τοὺς νέους, καὶ πάντων μάλιστα εὐλαβεῖσθαι, μὴ ποτὲ τις ἴδῃ τῶν νέων ἢ καὶ ἐπακούσῃ δρῶντα ἢ λέγοντά τι τῶν αἰσχρῶν, ὡς ὅπου ἀναίσχυντοῦσι γέροντες, ἀνάγκη καὶ νέους ἐνταῦθα εἶναι ἀναιδεστάτους· παιδεία γὰρ νέων διαφέρουσα ἐστὶν ἄμα καὶ αὐ<τῶν οὐ> τὸ νουθετεῖν, ἀλλ᾽ ἄπερ ἂν ἄλλων νουθετῶν εἴποι τις, φαίνεσθαι ταῦτα αὐτὸν δρῶντα διὰ βίου. ξυγγένειαν δὲ καὶ ὁμογείων θεῶν κοινωνίαν πᾶσαν ταύτῳ φύσιν αἰματος ἔχουσαν τιμῶν τις καὶ σεβόμενος εὖνους ἂν γενε-