Ancient Greek
5.83.1
Joannes Stobaeus Anthologus, Anthologium 5.83.1
Unproofread scanNot analysed yet
ἀδικᾶν· ὁ δὲ μὴδ’ ἐπιτρέπων τοῖς θέλουσιν ἀδικεῖν πλεόν ἢ διπλασίας τιμῆς ἄξιος ἐκείνου· ὁ μὲν γὰρ ἕνός, ὁ δὲ ἀντάξιος ἐτέρων, μηνύνων τὴν τῶν ἄλλων τοῖς ἄρχουσιν ἀδικίαν· ὁ δὲ καὶ ἐυχολόζων εἰς δύναμιν τοῖς ἄρχουσιν, ὁ μέγας ἄνηρ ἐν πόλει καὶ τέλειος, οὗτος ἀναγορευέσθω νικηφόρος ἀρετῇ. τὸν αὐτὸν δὴ τοῦτον ἐπαινον καὶ περὶ σωφροσύνης χρῆ λέγειν καὶ περὶ φρονήσεως, καὶ ὅσα ἄλλα ἀγαθὰ τις κέκτηται καλὰ μὴ μόνον αὐτὸν ἔχειν ἀλλὰ καὶ ἄλλοις μεταδιδόναι· τὸν μὲν μεταδιδόντα ὡς ἀκρότατον χρῆ τιμᾶν, τὸν δὲ αὐ μὴ δυνάμενον, ἐθέλοντα δέ, ἔαν δεύτερον, τὸν δὲ φθονοῦντα καὶ θέλοντα μηδενὶ κοινωνῶν διὰ φιλίας γιγνόμενον ἀγαθῶν τινῶν αὐτὸν μὲν ψέγειν, τὸ δὲ κτῆμα μηδὲν μᾶλλον διὰ τὸν κεκτημένον ἀτιμάζειν, ἀλλὰ κτᾶσθαι κατὰ δύναμιν.