Ancient Greek
5.90.1
Joannes Stobaeus Anthologus, Anthologium 5.90.1
Unproofread scanNot analysed yet
καταμανθάνετε, ὦ ξένοι, ὃ λέγω. —Μανθάνομεν γε, ὦ φίλε, καὶ ξυγχωροῦμεν ἃ λέγεις. —Τοῦτο μὲν τοίνυν οὕτω κεῖσθω δεδογμένον καὶ λεγόμενον, ὡς τοῖς εἰς ταῦτα ἀμαθαίνοσι τῶν πολιτῶν οὐδὲν ἐπιτρεπτέον ἀρχῆς ἔχονεν καὶ ὡς ἀμαθέσιν ὀνειδιστέον, ἂν καὶ πᾶν λογιστικοὶ τε ὦσι καὶ πάντα τὰ κομψὰ καὶ ὅσα πρὸς τάχος τῆς ψυχῆς πεφυχότα διαπεποιημένοι ἅπαντα, τοὺς δὲ τοῦναντίον ἔχοντας τούτων ὡς σοφοὺς τε προσφητέον, ἂν καὶ τὸ λεγόμενον μήτε γράμματα μήτε νεῖν ἐπίστανται, καὶ τὰς ἀρχὰς δοτέον ὡς ἐμφροσιν· πῶς γὰρ ἂν, ὦ φίλοι, ἄνευ ξυμφωνίας γένοιτ᾽ ἂν φρονήσεως καὶ τὸ σμικρότατον εἶδος; οὐκ ἔστιν, ἀλλ᾽ ἡ καλλίστη καὶ μεγίστη τῶν ξυμφωνιῶν μεγίστη δικαιότατ᾽ ἂν λέγοιτο σοφία, ἧς ὁ μὲν κατὰ λόγον ζῶν μέτοχος, ὁ δὲ ἀπολειπόμενος οἰκοφθόρος καὶ περὶ πόλιν οὐδαμῇ σωτήρ, ἀλλὰ πᾶν τοῦναντίον ἀμαθαίνων εἰς ταῦτα ἐκάστοτε φαίνεται.