Ancient Greek
5.91.2
Joannes Stobaeus Anthologus, Anthologium 5.91.2
Unproofread scanNot analysed yet
ἀρχάς, ἀνατρέπεται πον πάντα καὶ ἐξυβρίζοντα τὰ μὲν εἰς νόσους θεῖ, τὰ δ᾽ εἰς ἐχγονον ὑβρεως ἀδικίαν. Λέγομεν τοίνυν, ὅτι πόλιν, ὡς ἐοιχε, τὴν μέλλουσαν σώζεσθαι τε καὶ εὐδαιμονήσειν εἰς δύναμιν ἀνθρωπίνην δεῖ καὶ ἐναγκαίον τιμὰς τε καὶ ἀτιμίας διανέμειν ὀρθῶς. ἔστιν δὲ ὀρθῶς ἄρα τιμιώτατα μὲν καὶ πρῶτα τὰ περὶ τὴν ψυχὴν ἀγαθῶ χεισθαι, σωφροσύνης ὑπαρχούσης αὐτῇ, δεύτερα δὲ τὰ περὶ τὸ σῶμα καλὰ καὶ ἀγαθά, καὶ τρίτα τὰ περὶ τὴν οὐσίαν καὶ χρήματα λεγόμενα· τούτων δὲ ἂν ἔκτὸς τις βαίνῃ νομοθέτης ἢ πόλις, εἰς τιμὰς χρήματα προάγουσα ἢ τι τῶν ὑστερον εἰς τὸ πρόσθεν τιμαῖς τάττουσα, οὐθ᾽ ὅσιον οὔτε πολιτικὸν ἂν δράσῃ πρᾶγμα.