Ancient Greek
5.92.3
Joannes Stobaeus Anthologus, Anthologium 5.92.3
Unproofread scanNot analysed yet
Ὡς οὐδεὶς ποτε ἀνθρώπων οὐδὲν νομοθετεῖ, τύχαι δὲ καὶ ξυμφοραὶ παντοῖαι πίπτουσαι παντοίως νομοθε-τοῦσιν ἅπαντα ἡμῖν. ἡ γὰρ πόλεμός τις βιασάμενος ἀνέ-τρεψε πολιτείας καὶ μετέβαλε νόμους, ἡ πενίας χαλεπῆς ἀπορία· πολλά δὲ καὶ νόσοι ἀναγκάζουσι καινοτομεῖν λοιμῶν τε ἐμπιπτόντων καὶ χρόνον ἐπὶ πολὺν ἐνιαυτῶν πολλῶν πολλάκις ἀκαιρία. ταῦτα δή πάντα προοιδὼν τις ἄρξειεν ἂν εἰπεῖν, ὅπερ ἐγὼ νῦν δή, θνητὸν μη-δένα νομοθετεῖν μηδέν, τύχας δ´ εἶναι σχεδὸν ἅπαντα