Ancient Greek
5.98.8
Joannes Stobaeus Anthologus, Anthologium 5.98.8
Unproofread scanNot analysed yet
ἄρχειν. Ὁ δὲ Χίλων ἀπεφήνατο τὴν μάλιστα νόμων ἥχιστα νόμος· τούτω γὰρ ἔμμονά· ὁ μὲν βασιλεὺς νόμιμος, ὁ δ’ ἄρχων ἀκόλουθος, ὁ δ’ ἄρχόμενος ἐλεύθερος, ὁ δ’ ὅλα κοινωνία εὐδαίμων· καὶ τούτω παραβάσει μὲν βασιλεὺς τύραννος, ὁ δ’ ἄρχων ἀνακόλουθος, ὁ δ’ ἄρχόμενος δοῦλος, ὁ δ’ ὅλα κοινωνία κακοδαίμων. συνείρονται μὲν γὰρ ται πράξεις ἐκ τοῦ ἄρχεν καὶ τὰ ἄρχεσθαι καὶ τρίτον ἐκ τοῦ κρατέν. τὸ μὲν ὧν ἄρχεν τοῦ χρέσσονος οἴκην, τὸ δ’ ἄρχεσθαι τοῦ χερήνονος, τὸ δὲ κρατέν ἀμφοτέρων· ἄρχει μὲν γὰρ τὸ λόγον ἔχον τὰς ψυχᾶς, ἄρχεται δὲ τὸ ἄλογον, κρατοῦντι δὲ τᾶν παθῶν ἀμφοτέρα. γίνεται γὰρ ἐκ τὰς ἑκατέρων συναρμογὰς ἀρετάς, αὐτὰ δὲ καὶ ἀπὸ τᾶν ἁδονῶν καὶ ἀπὸ τᾶν λυπῶν ἐς ἀρεμίαν καὶ ἀπάθειαν ἀπάγει τὰν ψυχάν.