Ancient Greek
6.138.2
Joannes Stobaeus Anthologus, Anthologium 6.138.2
Unproofread scanNot analysed yet
117 (21 Mein.) Πλάτωνος ἐκ τοῦ Ἑρυξίου (p. 397 E). ἠρώτα γὰρ αὐτὸν τὸ μειράκιον, πῶς οἴεται καλὸν εἶναι τὸ πλουτεῖν, καὶ ὅπως ἀγαθόν. ὁ δ' ὑπολαβὼν, ὥσπερ καὶ σὺ νῦν δή, ἔφη, τοῖς μὲν καλοῖς κἀγαθοῖς τῶν ἀνθρώπων ἀγαθόν, καὶ τοῖς ἐπισταμένοις ὅπου δεῖ χρῆσθαι τοῖς χρήμασι, τούτοις μὲν ἀγαθόν, τοῖς δὲ μοχθηροῖς καὶ ἀνεπιστήμοσι κακόν. ἔχει δ', ἔφη, καὶ τἆλλα πάντα οὕτω πάντα· ὁποιοὶ γὰρ ἂν τινες ὦσιν οἱ χρώμενοι, τοιαῦτα καὶ τὰ πράγματ' αὐτοῖς ἀνάγκη εἶναι. καλῶς δ', ἔφη, δοκεῖ μοι καὶ τὸ τοῦ Ἀχιλλέως πεποιηθῆναι