Ancient Greek
6.149.3
Joannes Stobaeus Anthologus, Anthologium 6.149.3
Unproofread scanNot analysed yet
πολλῷ τοι πλείους λυμοῦ χόρος ὤλεσεν ἄνδρας. ἐπεὶ ποῦ ἂν δείξεις δι’ ἕνδειαν κεκωλυμένους φιλοσο-φεῖν ὡςπερ διὰ πλοῦτον; ἢ οὐχ ὁρᾷς ὅτι διὰ μὲν ἕνδειαν κακτερεῖν βιάζονται, διὰ δὲ πλοῦτον τὰ ἐναντία; ὅταν γὰρ, οἶμαι, τῷ ἀνθρώπῳ προσγένηται εὐχερῶς πορίζεσθαι ὧν ἂν ἐπιθυμῇ, οὐκέτι οὗτος πρὸς τὸ πονεῖν ἢ ζητεῖν τι ἐστίν, ἀλλ’ ἔχων συνεργὸν τὸν πλοῦτον τῇ αὑτοῦ κακίᾳ, οὐδενιᾶς ἡδονῆς ἀπέχεται. ἢ πάλιν οὐχ ὁρᾷς διότι οἱ μὲν πλούσιοι πλείω πράττοντες κωλύονται τοῦ σχολάζειν, ὁ δὲ πένης οὐκ ἔχων τί πρᾶττη, πρὸς τὸ φιλοσοφεῖν