Ancient Greek
6.176.2
Joannes Stobaeus Anthologus, Anthologium 6.176.2
Unproofread scanNot analysed yet
οὺς δὲ κτήματα. οὺς μὲν γὰρ χρᾶσθαι τοῖς ὑπάρχουσιν, οὺς δὲ μόνον κεκτησθαι οὔτε ἑαυτοῖς προιέμενους οὔτε ἄλλοις μεταδιδόντας. καὶ ὃν τρόπον, ὅταν βασιλεὺς ἢ δυνάστης τὰ ὑπάρχοντα παρασφραγίσται, οὐκ ἔστιν ἁφασθαι, οὕτως ἐνίων ἡ ἀνελευθερία καὶ δυσελπιστία τὰ ὑπάρχοντα παρεςφράγισται οὐχ ἕωσα ἁψασθαι, ἀλλὰ σπανίζουσι καὶ ἐν ἐνδείᾳ εἰσίν, ἐπιθυμοῦντες μὲν πολλῶν χρᾶσθαι δὲ οὐ δυνάμενοι. διὸ καὶ ὁ Κράτης πρὸς τὸν ἐπιζητοῦντα ‘τί οὖν μοι ἔσται φιλοσοφήσαντι;’ ‘δυνήση’ φησί ‘τὸ φασκώλιον ῥαδίως λύσαι καὶ τῇ χειρὶ ἐξελών εὐλύτως δοῦναι, καὶ οὐχ ὥσπερ νῦν στρέφων καὶ μέλλων καὶ τρέμων, ὥσπερ οἱ παραλελυμένοι τὰς χεῖρας· ἀλλὰ καὶ πλήρης ὢν αὐτὸ οὕτως ὀψει καὶ κενούμενον ἰδὼν οὐκ ὀδυνήση, καὶ χρᾶσθαι προειλόμενος ῥαδίως δυνήση καὶ μὴ ἔχων οὐκ ἐπιποθήσεις, ἀλλὰ βιώση ἀρκοῦμενος τοῖς παροῦσι, τῶν ἀπόντων οὐκ ἐπιθυμῶν, τοῖς συμβεβηκόσιν