Ancient Greek
6.243.2 to 6.244.6
Joannes Stobaeus Anthologus, Anthologium 6.243.2-6.244.6
Unproofread scanNot analysed yet
Φαίην ἂν δὴ καὶ τὰς φερούσας ἐν γαστρὶ πασῶν τῶν γυναικῶν μάλιστα θεραπεύειν ἐκεῖνον τὸν ἔνιαυτὸν, ὅπως μὴθ’ ἡδοναῖς τισὶ πολλαῖς ἄμα καὶ [λα]ιμάργοις προσχήσεται ἡ κίνουσα μήτ’ αὐ λῖπαις· τὸ δὲ λείον καὶ εὐμενὲς πρῶν τε τιμῶσα διαζήσει τὸν τότε χρόνον. Τὰ εὐτελῆ κρατεῖ τὴν ὄρεξιν ἐπὶ τῶν φυσικῶν μέτρων, ὁψοποιῶν δὲ τέχναι καὶ δημιουργῶν καὶ πανοῦργα ταῦτα ὀψάρια καὶ ὑποτρίμματα’ ἀεὶ τοὺς ὄρους τῆς ἡδονῆς μετατίθησιν εἰς τοῦμπροσθεν καὶ παραλλάττει τὸ συμφέρον. Δεὶ θαρροῦντας μάχεσθαι πρὸς τὰς ὄρέξεις ἐκφερομένας καὶ ἐπιπτηδόσας ταῖς ἀπολαύσεσιν, ὡς ἐλαφρὸν καὶ παιδικὸν ἔχούσας τὸ μεμψίμοιρον, εἶτα πανομένης ἀρθείσης τῆς τραπέζης καὶ μηδὲν ἐγκαλοῦσας μηδὲ ἀδικομένας, ἀλλὰ τοῦναντίον καθαρὰς καὶ ἱλαρὰς καὶ οὐ βαρείας οὐδὲ ναυτιώδεις περιμενούσας τὴν αὔριον. Λέγεται δὲ καὶ Ἀλέξανδρον εἰπεῖν τοὺς τῆς Ἄδας ὁψοποιοὺς ἀποπεμφάμενον, ὡς ἔχει βελτίονας ἀεὶ σὺν ἑαυτῷ, πρὸς μὲν τὸ ἄριστον τὴν νυκτοπορίαν, πρὸς δὲ τὸ δεῖπνον τὴν ὀλιγαριστίαν.