Ancient Greek
6.252.2
Joannes Stobaeus Anthologus, Anthologium 6.252.2
Unproofread scanNot analysed yet
Εἰσὶ κατὰ θερμότητα καὶ ψῦξιν διαφοραὶ τῶν ἀέρων. ὁ μὲν οὖν θερμὸς παρέοικε τῇ θερινῇ ὥρᾳ, ὁ δὲ ψυχρὸς τῇ χειμερινῇ. πρὸς δὲ κάκεἰνο ἕκαστερος ἔχει· ὁ μὲν ψυχρὸς εὐσαρκίας τε καὶ εὐτροφίας καὶ πιμελῆς γεννη- 5 τικός, μεγάλα δὲ καὶ τὰ σώματα ἀπεργάζεται· τοιούτους δὲ ἐστὶν ἰδεῖν [καὶ] τοὺς τὰ ἀρκτικώτερα κλίματα κατοικούντας· πρὸς δὲ τὰ νοσήματα τὰ μὲν ὀξέα οὐ πάνυ τι ἐπιτήδειος, πρὸς δὲ τινὰ τῶν χρονίων, οἷον φθίσεις καὶ καχεξίας καὶ παρέσεις ἐπιληψίας τε καὶ ἀποπληξίας, καὶ 10 πρὸς τὰ ἀθροτικὰ ἀθετος. ὁ δὲ θερμὸς ἀὴρ σωμάτων δαπανητικός, ἰσχναινὼν καὶ καταρινὼν τὰ συγχρίματα, εὐτονίαν μᾶλλον καὶ εὐκινησίαν ἢπερ ὁ ψυχρὸς παρασκευάζει τοῖς ὑγιαίνουσι, ἐν δὲ ταῖς νόσοις ῥαδίως ἐξελέγχει τὴν δύναμιν. καὶ νεύροις μὲν καὶ θώρακι ἀγα- 15 θός, τοῖς δὲ ἄλλοις μέρεσιν οὐ πάνυ χρήσιμος. ἐστὶ δὲ καὶ κατὰ παχύτητα καὶ λεπτότητα διαφορὰ τῶν ἀέρων. ὁ μὲν οὖν παχὺς ἀχρεῖος ἂν ὁσον ἐφ' ἑαυτῷ, πλὴν πρὸς τὸ τηρῆσαι δύναμιν σκορπιζομένην ἐπιτήδειος· ὁ δὲ λεπτὸς ὑγιεινὸς σφόδρα ἐστίν. καὶ παρὰ φῶς καὶ σκότος 20 διαφορὰ τῶν ἀέρων. οἷος δὲ ἕκαστερος, κατανοῆσαι ῥάδιον ἀπὸ τῶν ἐμπροσθεν ἡμῖν περὶ νυκτὸς καὶ ἡμέρας εἰρημένων. δόξει μὲν οὖν τισιν ἀλλότρια εἶναι τοῦ περὶ βοηθημάτων τόπου τὰ εἰρημένα, ἐπεὶ οὐκ ἐφ' ἡμῖν ἐστι ποιῆσαι τι αὐτῶν· οὐ μὴν ἠλλοτριῶται γε ἡ παράληψις 25 τε καὶ χρήσις καὶ ἀπαγόρευσις ἐφ' ἡμῖν οὖσαι. τὰ μὲν οὖν πλεῖστα συνίστησιν αὐτῶν ἐν καιρῷ ἕκαστον γινώμενα βοηθήματα· ὅσα δὲ τοιαῦτα μὴ δύναται συστήσαι