Ancient Greek
6.253.3
Joannes Stobaeus Anthologus, Anthologium 6.253.3
Unproofread scanNot analysed yet
Ἐν ἑκάστη τῶν ὧρῶν τρεῖς διαφοραί, τῶν μὲν πρώτων ὄντων ἑκάστης, τῶν δὲ ὑστάτων, τῶν δὲ μέσων. τὰ μὲν μέσα τὴν εἰλικρινεστάτην τῆς ὧρας ἔχει χρᾶσιν, τὰ δὲ πρῶτα καὶ ὑστάτα τῇ γειτνιώσῃ τῶν ὧρῶν ἀφομοιοῦται. αὐτίκα τοῦ ἑαρος τὰ μὲν πρῶτα μᾶλλον ὑγρὰ καὶ ἧσσον θερμὰ, τὰ δὲ μέσα θερμὰ καὶ ὑγρὰ ἐπίσης, τὰ δὲ τελευταῖα ἧσσον ὑγρὰ καὶ μᾶλλον θερμὰ. τοῦ δὲ θέρους τὰ μὲν πρῶτα θερμότερα· ἡ δὲ ἀπόληξις ξηρὰ μὲν, οὐ πάνυ δὲ ψυχρά· τὰ δὲ μέσα ξηρὰ καὶ θερμὰ ἐπίσης· τὰ δὲ ὑστατα ξηρότερα μᾶλλον, ἧλασσον δὲ θερμὰ. φθινοπώρου δὲ ἡ μὲν ἀρχὴ ξηρότερα καὶ οὐ πάνυ ψυχρά, ἡ δὲ μεσότης ἐπίσης ξηρὰ καὶ ψυχρά, τὰ δὲ ὑστατα ψυχρότερα μέν, ἧλασσον δὲ ξηρά. ἀνάλογον δὲ καὶ χειμῶνος τὰ μὲν πρῶτα ψυχρὰ μᾶλλον, τὰ δὲ ὑστατα ὑγρὰ μᾶλλον, τὰ δὲ μέσα ἐπίσης ὑγρὰ καὶ ψυχρά.