Ancient Greek
6.255.2
Joannes Stobaeus Anthologus, Anthologium 6.255.2
Unproofread scanNot analysed yet
μώδεις. οἱ δὲ πετρώδεις θέρους μὲν πνιγώδεις, χειμῶνος δὲ χαλεπῶς ψυχροί· οὐ φαῦλοι δὲ πρὸς ὑγείαν. οἱ δὲ παραποτάμιοι ψυχροὶ καὶ ἀνώμαλοι, ἀτροφίας μόναις ἐπιτήδειοι ταῖς διὰ ξηρότητα συνισταμέναις. χείρους δὲ τούτων οἱ τελματώδεις· οὐ γὰρ μόνον φαῦλον τὸν ἄερα κατασκευάζουσιν, ἀλλὰ καὶ τοὺς καρποὺς κακίους, στόμαχόν τε λυμαίνονται καὶ τὰ σπλάγχνα σκληροῦσιν καὶ κακοξέλιας καὶ κακοχυμίας καὶ ὕδρωπας ἀποτελοῦσι. κακοὶ [γὰρ] δὲ καὶ οἱ πρὸς μετάλλοις τισιν ὑφεστῶτες· ξηροὶ γὰρ καὶ πνιγώδεις. οἱ δὲ βαθύγειοι εὐχυμότεροι ὄντες ταῖς ξηροτέραις ἀρμόζουσι διαθέσεσιν. οἱ δὲ ἀργιλώδεις διαλυτικοὶ τοῦ στομάχου, ἕκλυντον ἔχοντες τὴν ἀναθυμίασιν· οἱ δὲ πυρφόγειοι ξηραντικώτεροι τούτων· οἱ δὲ μελάγγειοι πάντων ἀρίστοι.