Ancient Greek
6.277.2
Joannes Stobaeus Anthologus, Anthologium 6.277.2
Unproofread scanNot analysed yet
ὅτι καὶ ἐν πλείοσι, καὶ ἐν τοῖς πλείοσιν ὅτι καὶ ἐν τῷ ὀλίγῳ καὶ ἐν τῷ παντί· ἃ τε γὰρ τῆς ὅλης φύσεως διακόσμασις καὶ τὸ καθ’ ἕν ἕκαστον διακεκόσμηκεν καὶ ἃ καθ’ ἕκαστον δὲ διακόσμησις τὸ ὅλον καὶ τὸ πᾶν ἐκπεπλήρωκε. τοῦτο †βοᾷ ἀκολουθεῖ διὰ τὸ τῇ φύσει πρᾶτον εἶμεν τὸ ὅλον τῷ μέρει, ἀλλ’ οὐ τὸ μέρος τῷ ὅλῳ. αἴτε γὰρ μὴ ἦν ὁ κόσμος, οὐδ’ ἂν ὁ ἥλιος ἦν, οὐδ’ ἡ σελήνη, οὐδ’ οἱ πλάνητες ἀστέρες, οὐδ’ οἱ ἀπλανεῖς· ὄντος δὲ γὰ τῷ κόσμῳ, καὶ τούτων ἕκαστόν ἐστιν. ἴδοι δὲ κα τοῦτο [ἂν] τις καὶ ἐπ’ αὐτὰς τὰς τῶν ζῴων φύσιος. αἴτε γὰρ μὴ ἦν ζῷον, οὐδ’ ὀφθαλμός, οὐδ’ ἂν στόμα, οὐδ’ ἂν ἀκοά· ὄντος δὲ γὰ ζῴῳ, καὶ τούτων ἕκαστόν ἐστιν. ὡς δὲ ἔχει τὸ ὅλον πρὸ τὸ μέρος, οὕτω καὶ ἃ τῷ ὅλῳ ἀρετὰ πρὸ τὰν τῷ μέρει. μὴ ὑπαρχούσας γὰρ ἀρμονίας καὶ ἐπόψιος θείας περὶ τὸν κόσμον, οὐ χα ἐδύνατο συνεῖμεν ἐτι καλῶς ἔχοντα τὰ ἐγκεκοσμημένα· μὴ ὑπαρχούσας δ’ εὐνομίας περὶ τὰς πόλεις, οὐ χα δύναίτο τις ἀγαθὸς ἢ εὐδαίμων πολίτας ἤμεν· μὴ ὑπαρχούσας δ’ ὑγιείας περὶ τὸ ζῷον, οὐ χα δύναίτο πούς ἢ χεὶρ σθένερα τε καὶ ὑγιεινὰ ἤμεν. ἐστι γὰρ ἃ μὲν ἀρμονία ἀρετὰ κόσμῳ, ἃ δ’