Ancient Greek
6.342.2
Joannes Stobaeus Anthologus, Anthologium 6.342.2
Unproofread scanNot analysed yet
78 Ἐκ τοῦ Ἐπικτήτου Ἐγχειριδίου (c. 16). Ὅταν κλαίοντα ἴδῃς ἐν πένθει ἢ ἀποδημοῦντος τέκνου ἢ ἀπολωλεκὸτος τὰ ἑαυτοῦ, πρόσεχε μὴ σε ἡ φαντασία συναρπάσῃ ὡς ἐν κακοῖς ὄντος τοῦ ἀνθρώπου, ἀλλ' εὐθὺς πρόχειρον ἔστω, ὅτι τούτον θλίβει οὐ τὰ συμβεβηκότα (ἄλλον γὰρ οὐ θλίβει) ἀλλὰ τὰ δόγματα. μέχρι μέντοι λόγου μὴ ὀκνει συμπεριφέρεσθαι αὐτοῖς, χἂν οὕτω τύχῃ, ἐπιστενάξαι· λίαν δὲ προσέχων μὴ καὶ ἐσωθεν στενάξῃς.