Ancient Greek
6.344.2
Joannes Stobaeus Anthologus, Anthologium 6.344.2
Unproofread scanNot analysed yet
81 Ἱππάρχου Πυθαγορείου ἐκ τοῦ Περὶ εὐθυμίας (Diels Vorsokr. I² p. 449). Ὡς πρὸς τὸν ξύμπαντα αἰῶνα ἐξετάζοντες βραχύτατον ἔχοντες οἱ ἄνθρωποι τὸν τὰς ζωᾶς χρόνον, κάλλιστον ἐν τῷ βίῳ οἴονεὶ τινα παρεπιδαιμὶαν ποιησόμενοι ἐπ’ εὐθυμίας καταβιώσαντες. ταύταν δὲ ἔχοντι μάλιστα πάντων ἀκριβῶς ἐπιστάμενοι καὶ ἐπεγνωκότες ἑαυτούς, ὅτι ἐντὶ θνητοὶ καὶ σάρκινοι, εὐαδίκητον καὶ φθαρτὸν κεκτημένοι σῶμα, καὶ πάντων χαλεπωτάτων αὐτοῖς ἐπιχρεμαμένων μέχρις ἐσχάτας ἀναπνοᾶς. καὶ πρᾶτον γ’ ἐπένθωμεν ἐπὶ τὰ συμβαίνοντα· περὶ τὸ σῶμα πλευρίτιδες περιπλευμονίαι φρενίτιδες ποδάγραὶ στραγγουρίαι δυσεντερίαι ληθαργίαι ἐπιληψίαι σηπεδόνες, ἄλλα μυρία· περὶ δὲ τὰν ψυχὰν πολλῷ μείζονα καὶ χαλεπωτέρα· πάντα γὰρ τὰ κατὰ τὸν βίον ἄθεσμα, κακά, παράνομα καὶ ἀσεβήματα, ἐκ τῶν κατὰ τὰν ψυχὰν παθημάτων ἐντὶ. διὰ