Ancient Greek
6.422.2
Joannes Stobaeus Anthologus, Anthologium 6.422.2
Unproofread scanNot analysed yet
χρείττων δὲ ἐπιθυμίας, χρειττων δὲ φθόνου καὶ ζηλοτυπίας, μεγαλόφρων δὲ καὶ εὐεργετικός καὶ φιλάνθρωπος· τοιοῦτον γὰρ ἐπινοοῦμεν τὸν θεόν· οὕτω καὶ τὸ ἐκείνου μίμημα τὸν ἄνθρωπον ἡγητέον, ὅταν ἔχῃ κατὰ φύσιν, ὁμοίως ἔχειν, καὶ οὕτως ἔχοντα εἶναι ζηλωτόν. ὃν δὲ ζηλωτὸς εὐθὺς ἂν εἴη καὶ εὐδαίμων· οὐ γὰρ ἄλλους γέ τινας ἢ τοὺς εὐδαίμονας ζηλοῦμεν. καὶ μὴν οὐκ ἀδύνατον γενέσθαι τοιοῦτον ἄνθρωπον· οὐ γὰρ ἑτέρωθὲν ποθὲν ταύτας ἐπινοῆσαι τὰς ἀρετὰς ἔχομεν ἢ ἀπ' αὐτῆς τῆς ἀνθρωπείας φύσεως, ἐντυχόντες ἀνθρώποις τοιούσδε τισιν, οὓς ὄντας αὐτοὺς θεῖους καὶ θεοειδεῖς ὤνόμαζον. εἰ μὲν οὖν τις τύχοι πρότερον ἐπὶ νέος ὢν παιδείας ὀρθῆς ἐπιμέλειαν πεποιημένος, καὶ τὰ μὲν ὅσα μαθημάτων ἔχεται καλῶν μεμαθηκὼς οὐκ ἔνδεως, τὰ δὲ ἀσκήτα ἠσκηκὼς ἱκανῶς, οὗτος ἂν ἐν γῆρᾳ ταῖς ἐνούσαις ἑαυτῷ χρόμενος ἀφορμαῖς ζῷη κατὰ φύσιν, καὶ ἀλύπως μὲν φέροι τὴν στέρησιν τῶν ἡδονῶν τῶν ἐπὶ νεότητος, ἀλύπως δ' ἔχοι τῇ παρουσίᾳ τοῦ σώματος ἀδυναμίᾳ, δυσκολαῖνοι δ' οὐκ ἂν οὔτε καταφρονοῦμενος ὑπὸ τῶν πλησίων οὔτ' ἀμελούμενος ὑπὸ τῶν οἰκείων καὶ φίλων, ἅτε πρὸς ταῦτα πάντα ἀλεξιφάρμακον ἔχων καλὸν ἐπὶ τῇ διανοίᾳ τῇ ἑαυτοῦ, τὴν παιδείαν τὴν ὑπάρχουσαν. εἰ δὲ τις εἴη παιδείας μὲν ἔνδεέστερον μετεσχηκώς, προθυμίαν δὲ παρέχοιτο πρὸς τὰ χρειττω καὶ πείθεσθαι δύναιτο τοῖς εὖ λεγομένοις, οὗτος ἂν εἰ ποιοίη ζητῶν λόγων ἀκούειν ὑποθετικῶν παρὰ τῶν πεποιημένων ἔργων εἰδέναι τίνα μὲν βλαβερά, τίνα δὲ ὠφέλιμα ἀνθρώποις, καὶ τίνα δὴ τρόπον τὰ μὲν ἐκφεύγοι, τὰ δὲ κτῶτο, καὶ πῶς ἂν τὰ