Ancient Greek
6.424.2
Joannes Stobaeus Anthologus, Anthologium 6.424.2
Unproofread scanNot analysed yet
βιωσῇ ἂν. εἰ δὲ τις οἴεται μέγιστον εἶναι παραμύθιον τοῖς γέροσι τὸν πλοῦτον, καὶ τοῦτον αὐτοῖς παρέχειν ἀλύπως βιοῦν, κακῶς οἴεται· πλοῦτος γὰρ ἡδονὰς μὲν οἷός τε παρέχειν ἀνθρώποις ἐστὶ τὰς ἀπὸ σίτων καὶ ποτῶν καὶ ἀφροδισίων καὶ ἄλλων ὁμοίων, οὔτε δὲ εὐθυμίαν οὔτε ἀλυπίαν οὐδαμῶς τῷ κεκτημένῳ παράσχοι ἂν. μάρτυρες δὲ πολλοὶ τῶν πλουσίων λυπούμενοι καὶ ἀθυμοῦντες καὶ ἀθλίους νομίζοντες εἶναι αὐτούς. διόπερ οὐδὲ ἐπικούρημα γήρως καλὸν ὁ πλοῦτος εἴη ἂν.